Letter 855

Nilus of AncyraTelemachus|c. 415 AD|nilus ancyra|From Ancyra|AI-assisted

To the Same Person.

"Who knows whether the spirit of the beast" -- that is, of a man who has become brutish through sin -- "will go down complete into the depths?" [cf. Ecclesiastes 3:21]. For the end of the timid man too is uncertain, lest perhaps, while standing at the very gates of death, by turning to repentance he be "rescued from the lowermost Hades," according to what is written [Psalm 85:13 LXX]. And let that robber persuade you, whom Luke mentions [Luke 23:42-43], who at his last breath, through his entreaty, became an inhabitant of paradise, and taught us not to despair of any sinful man before his death.

AI-assisted translation - This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

« Τίς οἶδεν, εἰ τὸ πνεῦμα τοῦ κτήνους, » τουτέστιν
ἀνθρώπου ἀποκτηνωθέντος διὰ τῆς ἁμαρτίας, « τέ-
λειον καταβήσεται κάτω; » « Ἄδηλον γὰρ καὶ τοῦ φόβ-
λου τὸ τέλος, μήποτε πρὸς ταῖς πύλαις ὑπάρχων τοῦ
θανάτου, εἰς μετάνοιαν χωρήσας, « ῥυσθείη ἐξ ᾅδου
κατωτάτου, » κατὰ τὸ γεγραμμένον. Καὶ πειθέτω σε
ὁ λῃστὴς ἐκεῖνος, οὗ μνημονεύει Λουκᾶς, πρὸς τῇ
ἐσχάτῃ ἀναπνοῇ τῆς ἱκεσίας παραδείσου οἰκητὴρ
γενόμενος, καὶ διδάξας ἡμᾶς μηδενὸς ἀνθρώπου
ἁμαρτωλοῦ ἀπογινώσκειν πρὸ τελευτῆς.

---LETTER 408. – ΣΚΗ'. – ΤΕΡΕΝΤΙΩ ΔΙΑΚΟΝΩ ΠΑΡΑΠΕΣΟΝΤΙ,
ΚΑΙ ΑΞΙΩΣ ΜΕΤΑΝΟΗΣΑΝΤΙ ΧΡΟΝΩ ΠΟΛΛΩ---
Εἴρηκας, ὅτι Κατὰ τὴν Γραφὴν ἀπωλόμην, καὶ
ἔξοικος ἐγενόμην τῆς ἀρετῆς, καὶ ἠλλοτριώθην ὑπὸ
πολλῆς ἀφροσύνης τῶν θείων κατορθωμάτων, καὶ
ποία μοι ἔτι ὑπολείπεται σωτηρίας ὑπόνοια, καὶ
ἐλπίς; Ταῦτα μὲν καλῶς λέγεις· τὰ δὲ ἄλλα οὐ βοῦ-
λει λογίσασθαι, τὰ ἐν στήλαις ἁγίαις κεχαραγμένα
πρὸς ἐπανόρθωσιν τῶν καταῤῥαγέντων, καὶ παρ-
ηγορίαν τῶν ἐκτρυχομένων. « Ἐστῶτες γάρ, φησίν,
ἐτύγχανον οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερου-
σαλήμ » · τουτέστιν, ἐν τῇ καταστάσει ὑπῆρχον τῇ
κατὰ φύσιν τῆς ψυχῆς οἱ πόδες, ἀλλ’ ἐσαλεύθησαν
ἔκ τινος ἀπροσεξίας τὰ διαβήματα ἡμῶν, καὶ ἔξω
εὑρέθημεν τοῦ θείου περιβόλου, καὶ ἀπεδυσάμεθα
ἑκουσίως τὸ τῆς θείας εἰκόνος ἀξίωμα, καὶ τοὺς
ἀγαθοὺς λογισμούς, καὶ κατέστημεν ἔρημοι τῆς
ἐπικουρίας τῆς ἄνωθεν, καὶ διεσκεδάσθη εἰς πολλὰ
τὰ νοήματα ἡμῶν, καὶ κατέπιεν ἡμᾶς ἰσχύσας ὁ
νοητὸς θάνατος, καὶ κατεπόθημεν ὁμοίως ὑπὸ δαι-
μόνων. Ἀλλ’ ὅμως μετὰ ταῦτα πάντα βλέπε, τί
πρὸς ἡμᾶς βοῶσιν οἱ μακάριοι λόγοι· « Ζῶ ἐγώ, λέ-
γει Κύριος · οἱ ἐρημώσαντές σε, ἐξελεύσονται ἀπὸ
σοῦ ταχύ. Ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ
ἴδε τοὺς ἀγαθοὺς λογισμούς, τοὺς υἱούς σου. Ἰδοὺ
συνήχθησαν, καὶ ἦλθον πρός σε. Ζῶ ἐγώ, λέγει Κύ-
ριος, ὅτι πάντας αὐτούς, ὥσπερ στολὴν ἐνδύσῃ, καὶ
περιθήσῃ αὐτοὺς ὥσπερ νύμφη κόσμον · καὶ τὰ
ἔρημά σου τὰ διεσπαρμένα, καὶ διαπεπτωκότα νῦν
στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυν-
θήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Διότι ἐροῦσιν
εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπώλεσας · Στενός
μοί ἐστιν ὁ τόπος, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ
καρδίᾳ σου · Τίς ἐγέννησέ μοι τούτους; Ἐγώ, δὲ
ἄτεκνος, καὶ χήρα, καὶ ἀποκεκλεισμένη, καὶ μισου-
μένη τὸ πρὶν, καὶ ἀπωσμένη ἀπὸ Κυρίου Θεοῦ μου.
Τούτους δὲ τίς ἐξέθρεψεν; Ἐγὼ δὲ μόνη κατελεί-
φθην, τουτέστιν ἡ παναθλία ψυχὴ καὶ φιλάμαρτος.
Οὗτοι δὲ μοῦ ποῦ ἦσαν; — « Ἰδοὺ, φησὶ, ταῖς
ἁμαρτίαις ὑμῶν ἐπράθητε. » Ὑμεῖς γὰρ ἑαυτοὺς
βουλήσει ἰδίᾳ καὶ θελήματι οἰκείῳ πέπρακατε. Εἰ
οὖν τῷ ἰδίῳ θελήματι ὑπὸ τὴν χεῖρα τοῦ διαβόλου
γεγόνατε, δυνήσεσθε πάντως καὶ πάλιν τῷ ἰδίῳ
θελήματι ἀποστῆναι μὲν τῆς τοῦ ὠμοτάτου δεσπό-
του τυραννίδος, πρὸς τὸν ἀληθινὸν δὲ καταφυγεῖν
Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὑπ᾽ αὐ-
τοῦ τελεῖν, καὶ λειτουργεῖν κατὰ τὸ γεγραμμένον.
Πλὴν τῷ Θεῷ καὶ μόνῳ ὑπόταγητε, ἡ ψυχή μου,
ὅτι αὐτὸς Θεός μου, καὶ Σωτήρ μου, καὶ μέγας
ἀντιλήπτωρ. » Ὥσπερ καὶ Ἰάκωβος ὁ ἱερὸς ἐπι-
στέλλει λέγων· « Ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε
τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· ἐγγίσατε τῷ
Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. » — « Ἐμοὶ γὰρ, φησὶν ὁ Δαυῒδ, τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθε-
σθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου, » καὶ μὴ ἀπογινώσκειν.

Revision history

  1. 2026-05-27v2.2.34-import

    Initial corpus import from modern nilus ancyra workflow v1.

    Fields: letter text, metadata, source links. Source: project source import

Related Letters